Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Λόγος περὶ ψευδοπροφητῶν καὶ ψευδοδιδασκάλων καὶ ἀθέων αἱρετικῶν…»

ΟΤΑΝ Η ΑΙΡΕΣΗ ΔΙΕΥΚΟΛΥΝΕΤΑΙ ΑΠΟ ΣΙΩΠΩΝΤΕΣ ΕΠΙΣΚΟΠΟΥΣ

«Σὺ τῆς ἀκενώτου πηγῆς, ἀντλήσας τὰ ρεῖθρα, ἐξ ὦν ἅπαντες οἱ διψῶντες ἀντλοῦμεν, νάματα χρυσόρρειθρα Χρυσόστομε» (Ὄρθρος ἑορτῆς)

Συναντήσαμε στὴν διεύθυνση http://patrologia.ct.aegean.gr/PG_Migne, ἕνα συγκλονιστικὸ γιὰ τὴν ἐπικαιρότητά του, σημαντικότατο καὶ πολυσήμαντο κείμενο ποὺ ἀποδίδεται στὸν ἱερὸ Χρυσόστομο. Διαβάζοντάς το, ἀντιλαμβανόμαστε ὅτι κάθε φορὰ ποὺ οἱ ποιμένες δὲν κατανοοῦν τὴν τεράστια ζημιὰ ποὺ ἐπιφέρουν στὶς ψυχὲς τῶν πιστῶν οἱ αἱρετικοὶ καὶ τοὺς ἀφήνουν ἀσύδοτους, ἢ τοὺς διευκολύνουν νὰ ἁλωνίζουν στὴν Ἐκκλησία, ἀκόμα χειρότερα, ὅταν κοινωνοῦν μὲ τοὺς αἱρετικοὺς καὶ συμπροσεύχονται μὲ αὐτοὺς παραβαίνοντας τοὺς Ἱεροὺς Κανόνες, τότε ἡ Ἐκκλησία, ἡ «κιβωτὸς σωτηρίας» θυμίζει πλοῖο, ποὺ οἱ ἴδιοι οἱ κυβερνῆτες του τὸ ἔχουν παραδώσει σὲ χέρια πειρατῶν.

Καὶ δυστυχῶς, κάποιοι σύγχρονοι Ἀρχιερεῖς ἀρνοῦνται τὸ ρόλο τοῦ φύλακα τῆς ποίμνης, ἀδιαφοροῦν γιὰ τὴν διαφύλαξη ἀνόθευτης τῆς Πίστεως· παραβλέπουν τὴν αἵρεση τοῦ Οἰκουμενισμοῦ· ἀρνοῦνται νὰ ἀντιπαλαίσουν «πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» (Ἐφεσ. 6, 10-17), γιατὶ αὐτὸς ὁ ἀγῶνας θέλει ἄσκηση, αὐταπάρνηση, θυσίες. Ἐπιλέγουν τὴν ἀφωνία καὶ τὸν συμβιβασμὸ μὲ ποικίλες δικαιολογίες. Γι’ αὐτὸ καὶ ἡ κακοδαιμονία στὰ πράγματα τῆς Ἐκκλησίας διαιωνίζεται.

Βέβαια, ἡ διαπίστωση αὐτὴ δὲν ἀμνηστεύει τὴν εὐθύνη ἡμῶν τῶν λαϊκῶν, ποὺ τοὺς ἀκολουθοῦμε.

Τὸ ἀπόσπασμα τοῦ κειμένου ποὺ παραθέτουμε δὲν ἔχει μεγάλες δυσκολίες κατανοήσεως. Γιὰ νὰ μὴν τὸ ἀδικήσουμε μεταφραστικά, τὸ παραθέτουμε, ὅπως ἐγράφη πρωτότυπα.

«Τίς ἕξει ἀπολογίαν ἀμελείας ἀκούων τὰς τοσαύτας παραγγελίας; Καὶ ἀλλαχοῦ πάλιν· Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν· καὶ Αἱρετικοὶ ἄνθρωποι προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι… Ἀκούσατε πάλιν οἱ τὰς ἀγάπας μετ΄ αὐτῶν ποιοῦντες· πῶς φύγητε ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐφ΄ ὑμᾶς, οἱ τούτοις συμμιαινόμενοι ἐν βρώσει, ἐν πόμασι; πῶς τολμᾶτε προσελθεῖν τοῖς θείοις μυστηρίοις καὶ φρικτοῖς τοῦ Χριστοῦ; Καὶ ὁ προφήτης Δαυΐδ (λέγει)· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια… Ἡσαΐας δὲ ὁ προφήτης, μᾶλλον δὲ ὁ Κύριος διὰ τοῦ προφήτου λέγει· ...Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος... Ἀλλ' ἔτι μικρὸν ἐνδιατρίψωμεν τοῖς τοῦ προφήτου ρήμασι καὶ ἴδωμεν πῶς στηλιτεύει καὶ θριαμβεύει τὸν κεκρυμμένον αὐτοῖςδόλον καὶ λέγει· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία, καὶ τὰ ἑξῆς.

Ὅρα δὲ τὴν τοῦ προφήτου σύνεσιν, πῶς δημοσιεύει καὶ ἀποκαλύπτει θριαμβεύων τοὺς κακοδόξους, ἵνα μὴ ἡμεῖς πλανηθῶμεν. Ἀκούσατε, οἱ ὀρθόδοξοι, καὶ τοῖς αἱρετικοῖς μὴ συγκαταβαίνετε· ἀκούσατε, ποιμένες, καὶ φρίξατε καὶ μὴ σιγήσητε, ἀλλὰ κηρύξατε τὸν λόγον· μὴ δότε τόπον τῷ διαβόλῳ, μὴ δότε θήραν τοῖς λύκοις…Οὕτως οὖν ποιεῖτε καὶ ὑμεῖς, ποιμένες, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκαθάρτοις τοῦ σκότους· μᾶλλον δὲ καὶ ἐλέγχετε…

Καὶ ὁ φιλάνθρωπος Θεὸς …ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν, καὶ πάντα ὑπέδειξε ποιῶν καὶ διδάσκων. Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικούς,ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε... Ἀκούσατε οἱ προϊστάμενοι τῶν Ἐκκλησιῶν. Ὑμῖν γὰρ ὑπέδειξε τὸ καλόν, ἵνα ἐξακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ, προσέχοντες πανταχόθεν ἀκριβῶς καὶ τοὺς λύκους ἐκδιώκοντες καὶ τὴν ποίμνην φυλάττοντες. Μετὰ δὲ τούτους ...καὶ αἱ κατὰ καιροὺς γενόμεναι ἅγιαι σύνοδοι τούτους ἀμετανοήτως ἔχοντας ἐκριζώσαντες, τῇ ἀπωλείᾳ παρέδωκαν κατὰ τὸ γεγραμμένον, ὅτι Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος...

Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ τῶν νῦν. Ἐκεῖνοι πολεμισταί, οὗτοι φυγάδες· ἐκεῖνοι βιβλίων καλλωπισταὶ καὶ δογμάτων, οὗτοι ἱματίων... Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν· ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν. Ὢ τῶν μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ Ἐφράγη στόμα λαλούντων ἄδικα... Εἶτα ἐάν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁἀντιλέγων οὐδείς, ὁ πολεμῶν οὐδαμοῦ· πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοί, πάντες φυγάδες. Ὢ τῆς κακῆς ρίζης πάντων τῶν κακῶν τῆς φιλαργυρίας!

...Τρυφῶντες, μεθύοντες καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις; Ἀλλ' οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι, ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ τοῦ δι' ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις. Ὄντως πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς... Ὁ πλοῦτος ὑμῶν ἐπληθύνθη, καὶ ὁ λόγος ὑμῶν ἐξέλειπε· τὰ ἱμάτια ὑμῶν σητόβρωτα γεγόνασι· περὶ ὧν λόγον δώσετε τῷ ἀρχιποιμένι Χριστῷ... Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· Βλέπετε μὴ ἀπολείψῃ πρόβατον ἐκ τῆς ποίμνης. Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἓν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ὑμῶν ἀπαιτήσει ὁ Κριτής.

Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον, ἀπορρίψατε πᾶσαν βιωτικὴν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε».



ΔΙΑΒΑΣΤΕ ΠΕΡΙΣΣΟΤΕΡΑ: ΕΝ ΤΟΥΤΩ ΝΙΚΑ: Αγίου Ιωάννου Χρυσοστόμου, Λόγος περι ψευδοδιδασκάλων http://entoytwnika.blogspot.com/2011/01/blog-post_26.html#ixzz1CBXLMBSf
Under Creative Commons License: Attribution


0 Comments:

Post a Comment